Перевод: со всех языков на все языки

со всех языков на все языки

οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων οὔτε μελικόμπων ἀοιδᾶν

  • 1 οὔτε

    a οὔτεοὔτε, neither... nor.
    I

    ἀκίνδυνοι δ ἀρεταὶ οὔτε παῤ ἀνδράσιν οὔτ ἐν ναυσὶ κοίλαις τίμιαι O. 6.10

    οὔτε δύσηρις ἐὼν οὔτ' ὦν φιλόνικος ἄγαν O. 6.19

    τοὶ δ' οὔτ ὦν ἀκοῦσαι οὔτ ἰδεῖν εὔχοντο O. 6.52

    οὔτ' αἴθων ἀλώπηξ οὔτ ἐρίβρομοι λέοντες O. 11.20

    [ οὔτε γὰρ θεοὶ κοιρανέοντι χοροὺς οὔτε δαῖτας ( οὐδὲ γὰρ coni. Schneidewin) O. 14.8]

    γόνον οὔτ' ἐν ἀνδράσι γερασφόρον οὔτ ἐν θεῶν νόμοις P. 2.43

    οὔτε ἔργον οὔτ' ἔπος ἐντράπελον κείνοισιν εἰπὼν P. 4.105

    τὸν οὔτε χειμέριος ὄμβρος οὔτ' ἄνεμος ἐς μυχοὺς ἁλὸς

    ἄξοισι P. 6.10

    ἁ μὲν οὔθ' ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς, οὔτε δείπνων τέρψιας P. 9.18

    οὔτε παγκάρπων φυτῶν νάποινον οὔτ' ἀγνῶτα θηρῶνP. 9.58

    ἀλλ' οὔτε ματέῤ ἔπειτα κεδνὰν ἔιδεν οὔτε πατρωίαις ἐν ἀρούραις ἵππους Μυρμιδόνων Pae. 6.105

    οὔτε τι μεμπτὸν οὔτ ὦν μεταλλακτόν fr. 220. 1. preceded by a purely emphatic neg.,

    αἰὼν δ' ἀσφαλὴς οὐκ ἔγεντ οὔτ Αἰακίδᾳ παρὰ Πηλεῖ οὔτε παῤ ἀντιθέῳ Κάδμῳ P. 3.87

    καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων, ὦ Θρασύβουλ, ἐρατῶν, οὔτε μελικόμπων ἀοιδᾶν I. 2.31

    —2.
    II where the first οὔτε is suppressed.

    νόῳ δὲ πλοῦτον ἄγει, ἄδικον οὔθ' ὑπέροπλον ἥβαν δρέπων P. 6.48

    ναυσὶ δ' οὔτε πεζὸς ἰών κεν εὕροις ὁδόν P. 10.29

    νόσοι δ' οὔτε γῆρας οὐλόμενον κέκραται ἱερᾷ γενεᾷ P. 10.41

    ἀνδρὸς δ' οὔτε γυναικός Παρθ. 2. 3. ἀσκὸς δ οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις *fr. 104b. 4.* cf. O. 14.9, P. 3.30
    b

    οὐ οὔτε. πόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν οὔτ ἔσεται P. 5.54

    κλέπτει τέ μιν οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς P. 3.30

    c

    οὔτε οὐδέ. τοῖς οὔτε νόστος ὁμῶς ἔπαλπνος ἐν Πυθιάδι κρίθη, οὐδὲ μολόντων πὰρ ματέρ' ἀμφὶ γέλως γλυκὺς ὦρσεν χάριν P. 8.83

    cf.

    τε οὐ οὐδέ P. 8.36

    d

    οὐδέ οὔτε. οὐδ' ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις ἅτις οὐ Πηλέος ἀίει κλέος I. 6.24

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας (Schneidewin: οὔτε codd.) O. 14.9
    e

    οὔτε τε οὐ ἀλλά. ἐν σχερῷ δ' οὔτ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι, δένδρεά τ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον, ἀλλ ἐναμείβοντι N. 11.39

    —42.
    f dub., frag. [ τὸν μὲν οὔτε θανόντ' ἀοιδαὶ ἔλιπον ( οὐδὲ coni. Boeckh) I. 8.56] οὔτε θαλασς[ fr. 33a. οὔθ' ἱπ[π fr. 215. b. 12.

    Lexicon to Pindar > οὔτε

  • 2 γάρ

    γάρ particle, always in second or third position.
    1 not joined with other particles.
    a gives reason for what precedes.

    ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά. μείων γὰρ αἰτία O. 1.35

    λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ' ἄν. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει O. 2.19

    (If a man had the qualities I describe, he would be celebrated.) ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων Σωστράτου υἱός (but cf. h infra) O. 6.8

    ὄτρυνον νῦν ἑταίρους, Αἰνέα,. ἐσσὶ γὰρ ἄγγελος ὀρθός O. 6.90

    ἀσκεῖται Θέμις ἔξοχ' ἀνθρώπων (sc. in Aigina). ὅτι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ, ὀρθᾷ διακρῖναι φρενὶ δυσπαλές because Aigina is a great commercial stateand is bound to reverence the rule of righteous dealing, Sandys O. 8.23

    πάγον Κρόνου προσεφθέγξατο· πρόσθε γὰρ νώνυμνος O. 10.50

    Ἱμέραν εὐρυσθενἔ ἀμφιπόλει, σώτειρα Τύχα. τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ νᾶες (cf. f infra) O. 12.3 ναυσιφορήτοις δ' ἀνδράσι πρώτα χάρις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ καὶ

    τελευτᾷ φερτέρου νόστου τυχεῖν P. 1.34

    ἐμὲ δὲ χρεὼν φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν. εἶδον γὰρ Ἀρχίλοχον P. 2.54

    ἱκόμαν οἴκαδ'. πεύθομαι γάρ νιν Πελίαν ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέωνP. 4.109 ἔλπετο δ' οὐκέτι οἱ κεῖνον γε πράξασθαι πόνον. κεῖτο γὰρ ( δέρμα sc.)

    λόχμᾳ P. 4.244

    μακρά μοι νεῖσθαι κατ' ἀμαξιτόν· ὥρα γὰρ συνάπτει P. 4.247

    θεόθεν ἐραίμαν καλῶν, δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. τῶν γὰρ ἀνὰ πόλιν εὑρίσκων τὰ μέσα μεκροτέρῳ ὄλβῳ τεθαλότα, μέμφομ' αἶσαν τυραννίδων P. 11.52

    ἵκετ' ὀξείαις ἀνίαισι τυπείς· τὸ γὰρ οἰκεῖον πιέζει πάνθ ὁμῶς N. 1.53

    ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῷ τε μιχθείς. εἶδε γὰρ N. 1.56

    ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ μένοντ' ἐπ Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι N. 3.3

    ἀπότρεπε αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός· ἄπορα γὰρ λόγον Αἰκακοῦ παίδων τὸν ἅπαντά μοι διελθεῖν N. 4.71

    εὔθυν' ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων εὐκλέα· παροιχομένων γὰρ ἀνέρων N. 6.29

    ἀμπνέων τε πρίν τι φάμεν. πολλὰ γὰρ πολλᾷ λέλεκται, νεαρὰ δ' ἐξευρόντα δόμεν βασάνῳ ἐς ἔλεγχον ἅπας κίνδυνος N. 8.20

    ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε. τὸ κρατήσιππον γὰρ ἐς ἅρμ ἀναβαίνων αὐδὰν μανύει N. 9.4

    ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖα N. 11.45

    οἱ μὲν πάλαι ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους · ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής τω τότ' ἦν I. 2.6

    ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος· ὦ Μέλισσ, εὐμαχανίαν γὰρ ἔφανας I. 4.2

    δαπάνᾳ χαῖρον ἵππων. τῶν ἀπειράτων γὰρ ἄγνωτοι σιωπαί I. 4.30

    προφρόνων Μοισᾶν τύχομεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ. τόλμα γὰρ εἰκὼς θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων ἐν πόνῳ I. 4.45

    ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ' ἀρετάς· Φυλακίδᾳ γὰρ ἧλθον, ὦ Μοῖσα, ταμίας Πυθέᾳ τε κώμων I. 6.57

    κώμαζ' ἔπειτεν Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ νίκαν παγκρατίου I. 7.21

    ἄλοχον

    εὐειδέα θέλων ἑκάτερος ἑὰν ἔμμεν. ἔρως γὰρ ἔχεν I. 8.29

    τὸν αἰνεῖν ἀγαθῷ παρέχει· ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν I. 8.70

    ἐν ζαθέῳ με δέξαι χρόνῳ. ὕδατι γὰρ ἐπὶ χαλκοπύλῳ ἦλθον ἔταις ἀμαχανίαν ἀλέξων Pae. 6.7

    ἀγῶνα Λοξίᾳ καταβάντ' εὐρὺν ἐν θεῶν ξενίᾳ. θύεται γὰρ ἀγλαᾶς ὑπὲρ Πανελλάδος Pae. 6.62

    πιστὰ δ Ἀγασικλέει μάρτυς ἤλυθον ἐς χορὸν ἐσλοῖς τε γονεῦσιν ἀμφὶ προξενίαισι. τίμαθεν γὰρ (Wil.: τιμαθέντας Π.) Παρθ. 2.. ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις. πέλλαι γὰρ ξύλιναι πίθοι τε πλῆσθεν *fr. 104b. 5.* πρέπει δ' ἐσλοῖσιν ὑμνεῖσθαι. τοῦτο γὰρ ἀθανάτοις τιμαῖς ποτιψαύει fr. 121. 3.
    b gives an explanation of what precedes. αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα. ἤδη γὰρ αὐτῷ ἀντέφλεξε Μήνα i. e. for by now all else was ready O. 3.19

    νίσεται σὺν παισὶ Λήδας. τοῖς γὰρ ἐπέτρεπεν ἀγῶνα νέμειν O. 3.36

    ζεῦξον ἤδη μοι σθένος ἡμιόνων. κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται O. 6.25

    ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός O. 6.49

    ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν. κουφότεραι γὰρ ἀπειράτων φρένες O. 8.61

    χαρίτων νέμομαι κᾶπον· κεῖναι γὰρ ὤπασαν τὰ τέρπν O. 9.28

    ἄνευ δὲ θεοῦ, σεσιγαμένον οὐ σκαιότερον χρῆμ' ἕκαστον. ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ περαίτεραι i. e. since we are gifted in different directions O. 9.104

    τὰν ὀλβίαν Κόρινθον. ἐν τᾷ γὰρ Εὐνομία ναίει O. 13.6

    ἀνάγνωτέ μοι Ἀρχεστράτου παῖδα. γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ O. 10.3

    ἐρύκετον ψευδέων ἐνιπὰν ἀλιτόξενον. ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος ἐμὸν καταίσχυνε βαθὺ χρέος O. 10.7

    May my poetry be effective.

    Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν Ὀλιγαιθίδαισίν τ' ἔβαν ἐπίκουρος O. 13.96

    τόνδε κῶμον ἐπ' εὐμενεῖ τύχᾳ κοῦφα βιβῶντα. Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ ἐν μελέταις τ ἀείδων ἔμολον O. 14.17

    καιρὸν εἰ φθέγ-

    ξαιο, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει αἰανὴς ταχείας ἐλπίδας P. 1.82

    With the help of Artemis he mastered his horses.

    ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ τίθησι κόσμον P. 2.9

    νεφέλᾳ παρελέξατο ψεῦδος γλυκὺ μεθέπων. εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν Οὐρανιᾶν θυγατέρι Κρόνου P. 2.38

    αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον· τότε γὰρ μεγάλας ἐξανίστανται ΛακεδαίμονοςP. 4.48

    Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν θεόπομποί σφισιν τιμαὶ φύτευθεν P. 4.68

    οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν οὐδ' ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημP. 4.148 κινηθμὸν ἀμαιμάκετον ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσανP. 4.209

    ἀκηράτοις ἁνίαις. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν P. 5.34

    ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήἰ· ἐν τεσσαράκοντα γὰρ πετόντεσσιν ἁνιόχοις ὅλον δίφρον κομίξαις P. 5.49

    Ἡσυχία, τιμὰν Ἀριστομένει δέκευ. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι P. 8.6

    τὸ δὲ οἴκοθεν ἀντία πράξει. μόνος γὰρ ἐκ Δαναῶν στρατοῦ θανόντος ὀστέα λέξαις υἱοῦP. 8.52 θεῶν δ' ὄπιν ἄφθονον αἰτέω, λτ;γτ;έναρκες, ὑμετέραις τύχαις. εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, πολλοῖς σοφὸς δοκεῖ but ultimately it is god who is responsible for good fortune P. 8.73

    Ἱπποκλέᾳ θέλοντες ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα· γεύεται γὰρ ἀέθλων P. 10.7

    κώπαν σχάσον. ἐγκωμίων γὰρ ἄωτος ὕμνων ἐπ' ἄλλοτ ἄλλον ὥτε μέλισσα θύνει λόγον P. 10.53

    χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ. πράσσει γὰρ ἔργῳ μὲν σθένος, βουλαῖσι δὲ φρήν N. 1.26

    I had rather be generous to my friends than miserly. κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες πολυπόνων ἀνδρῶν (but cf. Σ: ἐλπίδος ποτὲ διαπεσὼν τῆς ἴσης τύχοι ἂν ἀμοιβῆς) N. 1.32

    κτείνοντ' ἐλάφους ἄνευ κυνῶν δολίων θ ἑρκέων. ποσσὶ γὰρ κράτεσκε N. 3.52

    τὸ δ' ἐναντίον ἔσκεν· πολλὰ γάρ μιν παντὶ θυμῷ παρφαμένα λιτάνευεν N. 5.31

    ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων πατροπάτορος ὁμαιμίοις. κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν N. 6.17

    εὔδοξος ἀείδεται Σωγένης. πόλιν γὰρ φιλόμολπον οἰκεῖ N. 7.9

    εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι N. 7.12

    βασιλῆα δὲ θεῶν πρέπει δάπεδον ἂν τόδε γαρυέμεν ἡμέρᾳ ὀπί. λέγοντι γὰρ Αἰακόν μιν φυτεῦσαι N. 7.84

    λευκανθέα σώμασι πίαναν καπνόν· ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας N. 9.24

    ἴστω λαχὼν ὄλβον. εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται κῦδος, οὐκ ἔστι πρόσωθεν N. 9.46

    ἀξιωθείην κεν Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων. νικαφορίαις γὰρ ὅσαιςἱπποτρόφον ἄστυ τὸ Προίτοιο θάλησενN. 10.41

    ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον ὄμμα N. 10.62

    οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων. οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.33

    ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων. ἐν ὕπνῳ γὰρ πέσεν I. 4.23

    ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων. τῶν τε γὰρ καὶ τῶν διδοῖ I. 4.33

    Homer has perpetuated the fame of Aias.

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴτῃ τι I. 4.40

    We sing the praise of the victorious sons of Lampon.

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν I. 6.10

    τιμὰ δ' ἀγαθοῖσιν ἀντίκειται. ἴστω γὰρ σαφὲς ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων I. 7.27

    τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ βλέπειν χρῆμα πάν. δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται I. 8.14

    ἐπέων δὲ καρπὸς οὐ κατέφθινε· φαντὶ γὰρ ξύν' ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτας I. 8.46

    ἔλαθεν οὐδὲ τὸν εὐρυφαρέτραν ἑκαβόλον· ὤμοσε [γὰρ θ]εὸς (supp. Housman) Πα.. 112. ἐπεύχομαι εὐμαχανίαν διδόμεν. τυφλα[ὶ γὰρ] ἀνδρῶν φρένες, ὅστις ἄνευθ' Ἐλικωνιάδων ἐρευνᾷ σοφίας ὁδόν Πα. 7 B. 18. Δαμαίνας παῖ, ἁγέο. τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ Παρθ. 2. 67. The soul survives the body. τὸ γάρ ἐστι μόνον ἐκ θεῶν fr. 131b. 2.
    c introduces narrative in elaboration of what precedes.—

    δέξαιτόνδε κῶμον. ψαύμιος γὰρ ἵκει ὀχέων, ὅς O. 4.10

    ἔμαθε δὲ σαφές· εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον P. 2.25

    ἔσχε τοι ταύταν μεγάλαν ἀυάταν καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου P. 3.25

    φαμὶ διδασκαλίαν Χίρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαιP. 4.102δύνασαι δ' ἀφελεῖν μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι ΦρίξοςP. 4.159

    σπέρμ' ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες· τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν P. 4.256

    ἐπέγνω μὲν Κυράνα δικαιᾶν Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος P. 4.281

    ἔχοντι τὰν ( Κυράναν sc.)

    χαλκοχάρμαι ξένοι Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον P. 5.83

    Ἀντίλοχος ἀναμείναις Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ' ἐπέδα P. 6.32

    ἴτω τεὸν χρέος, ὦ παῖ. παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς P. 8.35

    ἄκουσεν Δαναόν ποτ' ἐν Ἄργει οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι ὠκύτατον γάμον. ἔστασεν γὰρ P. 9.114

    τυφλὸν δ' ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς ὁ καρτερὸς Αἴας ἔπαξε N. 7.24

    πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν· ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων ἤθελον N. 8.9

    ἄμφαινε κυδαίνων πόλιν. φεῦγε γὰρ Ἀμφιαρῆ ποτὲ N. 9.13

    φθιμένου Κάστορος ἐν πολέμῳ. τὸν γὰρ Ἴδας ἔτρωσεν N. 10.60

    καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός· αὐτίκα γὰρ

    ἦλθε Λήδας παῖς N. 10.65

    ἐθέλω ἢ Καστορείῳ ἢ Ἰολάοἰ ἐναρμόξαι μιν ὕμνῳ. κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι I. 1.17

    ἤρχετο μόροιο κάρυξ. ἦν γάρ τι παλαίφατον[ fr. 140a. 69 (43) introducing argument, proof, example: It is easy for a poet to praise a man for his labours.

    μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ' ἔργμασιν ἀνθρώποις γλυκὺς. ὃς δ ἀμφ ἀέθλοις ἄρηται κῦδος ἁβρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται I. 1.47

    You Graces are a source of pleasure to men.

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας O. 14.8

    μέγιστον δ' αἰόλῳ ψεύδει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν N. 8.26

    cf. N. 7.24
    d after a verb of announcing or simm.

    κοινὸν λόγον φίλαν τείσομεν ἐς χάριν. νέμει γὰρ Ἀτρέκεια πόλιν O. 10.13

    Χάριτες, κλῦτ' ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν O. 14.5

    κέκλυτε. φαμὶ γὰρP. 4.14 ἀπὸ δ' αὐτὸν ἐγὼ Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; P. 4.70

    γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γὰρ P. 4.263

    ἀκούσατ. ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας ἄρουραν ἤ Χαρίτων ἀναπολίζομεν P. 6.1

    εἰρήσεταί που κἀν βραχίστοις. ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου I. 6.60

    e introduces an explanation of particular words.

    Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μείγνυον, Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν ξένιον ἄστυ κατέδρακεν N. 4.22

    ἄπιστον ἔειπ (= ἔειπα).

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.33

    ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες. δαίμων δ' ἄισος I. 7.42

    οὐ κό]ρῳ ἀλλ' ἀρετᾷ. [ γ]ὰρ ἁρπαζομένων τεθνάμεν [[βρεϝεμαξρ] χρη]μάτων ἢ κακὸν ἔμμεναι (supp. Lobel) fr. 169. 16.
    f introduces an explanation of something not directly expressed. στρατὸν ἀκρόσοφόν τε καὶ αἰχματὰν ἀφίξεσθαι· τὸ γὰρ ἐμφυὲς οὔτ' αἴθων ἀλώπηξ οὔτ ἐρίβρομοι λέοντες διαλλάξαιντο ἦθος i. e. they are unable to behave in another way for... O. 11.19 Χαρίτων μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γάρ φαμι πόλιν τάνδ' εὐκλείξαι i. e. they did not leave me in the past for... P. 9.90 Zeus buried Amphiareus before Periklymenos struck him from behind. (He was in full flight.)

    ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν N. 9.27

    His parents' lackof ambition prevented Aristagoras competing in Ol. and Pyth. games. (I would have let him.)

    ναὶ μὰ γὰρ ὅρκον κάλλιον ἂνδηριώντωνἐνόστησ' ἀντιπάλων N. 11.24

    They won in different events. (but not in the pentathlon)

    οὐ γὰρ ἦν πενταέθλιον I. 1.26

    χρὴ δὲ πᾶν ἔρδοντ' ἀμαυρῶσαι τὸν ἐχθρόν. (Melissos had to use all means possible.)

    οὐ γὰρ φύσιν ὠαριωνείαν ἔλαχεν I. 4.49

    esp. after voc., Ζεῦ· τεαὶ γὰρ ὧραι i. e. on you I call O. 4.1 cf. O. 12.3, O. 14.5

    Φοῖβε, ἐθελήσαις ταῦτα νόῳ τιθέμεν, ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι P. 1.41

    Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ' ἀγών N. 3.65

    g introduces explanation in parenthesis.

    ἀλλ' ὅμως, κρέσσον γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά P. 1.85

    ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει P. 4.286

    ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν, μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς, ὅν τε N. 10.46

    Ἀμύκλαθεν γὰρ ἔβα N. 11.34

    h introduces the answer to a preceding question.

    τί μάλα τοῦτο κερδαλέον τελέθει; ἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθὺ σκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι P. 2.79

    cf. O. 6.8

    ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι ἐπιφανέστερον Ἑλλάδι πυθέσθαι; πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ Ἑρεχθέος ἀστῶν P. 7.9

    τί ἔλπεαι σοφίαν ἔμμεν, ἃν ὀλίγον τοὶ ἀνὴρ ὑπὲρ ἀνδρὸς ἴσχει; οὐ γὰρ ἔσθ' ὅπως τὰ θεῶν βουλεύματ ἐρευνάσει fr. 61. 3.
    i introducing a question, progressive. τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα ἐπέθηκ; O. 13.20 cf. P. 4.70
    k fragg. ἐπικράνοισι γὰρ fr. 6b. d. ἀριστεύοντα γὰρ ἐν fr. 6b. e. ἦν γὰρ τὸ πάροιθε fr. 33d. 1.

    τῶν γὰρ ἀντομένων[ Pae. 2.42

    ]γὰρ ἐπῆν πόνος[ Pae. 8.88

    ]σοφίᾳ γὰρ Pae. 14.40

    ]α μὲν γὰρ εὔχομαι Pae. 16.3

    ]ἔσσεται γὰρ ἁδυ[ Pae. 21.13

    ἀιὼν γὰρ Pae. 22.8

    ]γὰρ εὔχομαι. Δ. 1. 1. ]θαμὰ γὰρ οἰκόθεν[ Δ. 4h. 11. τὸ γὰρ πρὶν γενέ[σθαι Παρθ. 1. 2. ]ι γὰρ ὁ [Λοξ]ίας Παρθ. 2. 3. προβάτων γὰρ *fr. 104b. 1. νομάδεσσι γὰρ ἐν Σκύθαις fr. 105b. 1. πάντων γὰρ fr. 140a. 54 (28). ] γάρ σε fr. 140a. 60 (34). κεῖνοι γάρ τ' ἄνοσοι καὶ ἀγήραοι fr. 143. 1. ὁ γὰρ ἔπαινος *fr. 181* ]εν γὰρ, Ἄπολλον[ fr. 215. 8. νικώμενοι γὰρ (v. l. δέ) fr. 229. ] οντι γὰρ ανα[ ?fr. 333a. 15. ] εὔφρων γὰρ[ P. Oxy. 1792. fr. 41. οὐ γὰρ εικ[ P. Oxy. 2442. fr. 68.
    2 εἰ γάρ if only, introducing wish. — “εἰ γὰρ οἴκοι νιν βάλε, αἷμά οἱ κείναν λάβε ἄπειρονP. 4.43 with apodosis suppressed.

    εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι P. 1.46

    εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῷ τε γήραι διαπλέκοις εὐδαίμον' ἐόντα N. 7.98

    3 combined with other particles.
    a καὶ γάρ, καὶ γάρ.
    I for the fact is, emphasising the explanation.

    ταχέες ἔβαν· καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων P. 4.181

    ἔλπομαι δ' τὸν Ἱπποκλέαν θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ ἑτέροις ἑτέρων ἕρωτες ἔκνιξαν φρένας P. 10.59

    καί τινα φᾶσέ νιν δώσειν μόρῳ· καὶ γὰρ βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν N. 1.67

    ἀθανάτοις Αἰνησιδάμου παῖδες ἐν τιμαῖς ἔμιχθεν. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων οὔτε μελικόμπων ἀοιδᾶν I. 2.30

    νόμισαν χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων. καὶ γὰρ ἐριζόμεναι νᾶες ἐν πόντῳ καὶ λτ;ὑφγτ; ἅρμασιν ἵπποι διὰ τεάν, ὤνασσα, τιμὰν θαυμασταὶ πέλονται I. 5.4

    ἀνορέας ἐπέτρεψας ἕκατι

    σαόφρονος. καὶ γὰρ ὁ πόντιος Ὀρς[ιτ]ρίαινά νιν περίαλλα βροτῶν τίεν Pae. 9.47

    καὶ γὰρ:

    καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ' ἀνέβαν φλογὸς οὔ O. 7.48

    II where the καί goes closely with what follows, and is emphatic, also, even.καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, ἔτραπε μείλιχος ὀργὰP. 9.42

    καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ' ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων N. 1.50

    καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν Καλλίας N. 6.34

    καὶ γάρ:

    καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν O. 8.56

    γ. introduces example, yes and, and further

    καὶ γὰρ Ἀλκμήνας O. 7.27

    καὶ γὰρ βιατὰς Ἄρης P. 1.10

    μὴ φθόνει κόμπον τὸν ἐοικότ' ἀοιδᾷ κιρνάμεν ἀντὶ πόνων. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν I. 5.26

    b introducing double reason.
    I

    τε γὰρ δέ. κακολόγοι δὲ πολῖται· ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον· ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει P. 11.29

    II

    μὲν γὰρ δέ. Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο, Πυθῶνι δ O. 2.48

    τὸ μὲν γὰρ πατρόθεν τὸ δ' ματρόθεν O. 7.23

    πολλοῖσι μὲν γὰρ ἀείδεται. τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει P. 8.25

    cf. frag. Pae. 16.3
    III

    μὲν γὰρ ἀλλά. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι. ἀλλ' ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίνεται P. 4.272

    c γὰρ ὦν, looking to what follows, of course, but then

    ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγνωτ' ἀείδω Ἰσθμίαν ἵπποισι νίκαν I. 2.12

    d γάρ τοι emphasising general validity of the reason.

    τὶν δὲ μοῖρ' εὐδαιμονίας ἕπεται. λαγέταν γάρ τοι τύραννον δέρκεται ὁ μέγας πότμος P. 3.85

    I pray to Aiakos as I make this offering to the victors.

    σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος N. 8.17

    Lexicon to Pindar > γάρ

  • 3 ἀοιδά

    ᾰοιδά (-ά, -ᾶς, -ᾷ, -άν, -ά; -αί, -ᾶν, -αῖς. ἀοι- codd. N. 11.18, v. West at Hes., Theog. 48)
    1 song ἰανθεὶς ἀοιδαῖς (sc. Ζεύς) O. 2.13

    θεόμοροι νίσοντ' ἐπ ἀνθρώπους ἀοιδαί O. 3.10

    ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς O. 4.3

    ἐν ἱμερταῖς ἀοιδαῖς O. 6.7

    ἐσσὶ γὰρ γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν sc. Aineas, the chorus leader O. 6.91

    πόλιν μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς O. 9.22

    καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ O. 10.91

    μακρότεραι Τερψίᾳ θ' ἕψοντ Ἐριτίμῳ τ ἀοιδαί O. 13.42

    ἅλικες οἶα παρθένοι φιλέοισιν ἑταῖραι ἑσπερίαις ὑποκουρίζεσθ' ἀοιδαῖς P. 3.19

    ἁ δ' ἀρετὰ κλειναῖς ἀοιδαῖς χρονία τελέθει P. 3.114

    φορμιγκτὰς ἀοιδᾶν πατὴρ Ὀρφεύς P. 4.176

    τὸν ἐν ἀοιδᾷ νέων πρέπει χρυσάορα Φοῖβον ἀπύειν P. 5.103

    κρηπῖδ' ἀοιδᾶν ἵπποισι βαλέσθαι P. 7.3

    ἐμὲ δοὖν τις ἀοιδᾶν δίψαν ἀκειόμενον πράσσει χρέος P. 9.103

    τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν P. 10.57

    ἀεθλονικία δὲ μάλιστ' ἀοιδὰν φιλεῖ N. 3.7

    πάτραν ἵν' ἀκούομεν, Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς πρόπολον ἔμμεναι N. 4.78

    ἀλλ' ἐπὶ πάσας ὁλκάδος ἔν τ ἀκάτῳ, γλυκεἶ ἀοιδά, στεῖχ ἀπ Αἰγίνας N. 5.2

    παροιχομένων γὰρ ἀνέρων, ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ' ἐκόμισαν (Pauw: ἀοιδοί codd., pap.) N. 6.30

    νεοθαλὴς δ' αὔξεται μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ N. 9.49

    λύρα δέ σφι βρέμεται καὶ ἀοιδά N. 11.7

    μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς ( μελίζεν ἀοιδαῖς coni. Pauw.) N. 11.18

    Ὀγχηστίαισίν τ' ἀιόνεσσιν περιστέλλων ἀοιδὰν γαρύσομαι I. 1.33

    οὐδ' ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί I. 2.8

    οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων οὔτε μελικόμπων ἀοιδᾶν I. 2.32

    ( φάμα) ἅ τε ὤπασεν τοιάδε τῶν τότ' ἐόντων φύλλ ἀοιδᾶν (Σ, Tric.: ἀοιδάν, ἀοιδῶν codd.) I. 4.27

    μὴ φθόνει κόμπον τὸν ἐοικότ' ἀοιδᾷ κιρνάμεν ἀντὶ πόνων I. 5.24

    εἴη δὲ Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαῖς I. 6.9

    τὸν μὲν οὐδὲ θανόντ' ἀοιδαὶἔλιπον ( τι λίπον Schr. coni.: ἐπέλιπον Snell) I. 8.56 ἄρδοντ' ἀοιδαῖς fr. 6b. f. ]

    ἀοιδαῖς ἐν εὐπλε[κέσσι Pae. 3.12

    ἀοιδᾶν ῥόθια δεκομένα κατερεῖς (sc. Αἴγινα) Πα.. 12. λτ;ἐν ἀοιδᾷ> (supp. Snell e Σ pap.: fort. v. l.) Πα. 1. 2. ἀέ]ξετ' ἔτι, Μοῖσαι, θάλος ἀοιδᾶν[ Δ. 1. 1. ]εες τ ἀοιδαί[ Δ. 3. 1. ἰοδέτων λάχετε στεφάνων τᾶν τ ἐαριδρόπων ἀοιδᾶν, Διόθεν τέ με σὺν ἀγλαίᾳ ἴδετε πορευθέντ ἀοιδᾶν δεύτερον ἐπὶ τὸν κισσοδαῆ θεόν fr. 75. 8. σειρῆνα δὲ κόμπον αὐλίσκων ὑπὸ λωτίνων μιμήσομ' ἀοιδαῖς Παρθ. 2. 1. ἀνδρὸς δ οὔτε γυναικὸς χρή με λαθεῖν ἀοιδὰν πρόσφορον (i. e. song for a man) Παρθ. 2. 3. [ἀοιδᾷ (coni. Bergk: οἶδα codd.) fr. 107b. 1.] πρέπει δ' ἐσλοῖσιν ὑμνεῖσθαι καλλίσταις ἀοιδαῖς fr. 121. 2. ἐρατᾶν ὄχημ' ἀοιδᾶν τοῦτό τοι πέμπω fr. 124. 1. ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαὶ ὥριαι παιάνιδες Θρ. 3. 1. ἀοιδ[ὰν κ]αὶ ἁρμονίαν αὐλ[οῖς ἐ]πεφράς[ατο (supp. Schr.) fr. 140b. 2. θεὸς ὁ πάντα τεύχων βροτοῖς καὶ χάριν ἀοιδᾷ φυτεύει fr. 141. κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς fr. 194. 1. c. gen., εἰ — (sc. καλὰ ἔργα)

    εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς N. 7.16

    θεσπεσία δ' ἐπέων καύχας ἀοιδὰ πρόσφορος ( καύχαις coni. Benedictus) N. 9.7 πρὶν μὲν ἕρπε σχοινοτένειά τ' ἀοιδὰ διθυράμβων καὶ τὸ σὰν κίβδηλον ἀνθρώποισιν ἀπὸ στομάτων Δ. 2. 1. pro pers.,

    αἱ δὲ σοφαὶ Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι N. 4.3

    [dub. ex., v. μιμνᾴσκω frag.]

    Lexicon to Pindar > ἀοιδά

  • 4 σύ

    σύ (τᾰ, ςᾰ, σεῦ, σέο, σέθεν, τίν, τοι, σοι, σέ, σε; ὔμμᾰν), μῖν, ὔμμε.)
    1 you
    a nom., voc.,
    I σύ (avoiding τ-allitteration)

    ὦ Μοῖσ, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός, ἐρύκετον O. 10.3

    ὦ θεόμορ' Ἀρκεσίλα, σύ τοι P. 5.6

    σύ τοι P. 5.6

    σύ τοι P. 6.19

    [ εἰ γὰρ σύ ἱν (coni. Maas: σφιν codd.: σφισιν Tricl.) N. 7.98]
    II τύ (always first word in sentence). “ τὺ δὲO. 1.85

    τὺ δὲ P. 2.57

    τὺ γὰρ P. 8.6

    τὺ δ P. 8.8

    τὺ δ, Ἑκαταβόλε P. 8.61

    τὺ δ' Εὐθύμενες N. 5.41

    τὺ δέ, Διοδότοιο παῖ I. 7.31

    b gen.,
    I σέθεν c. prep.,

    μέγα τοι φέρεται πὰρ σέθεν P. 1.88

    ἄνευ σέθεν N. 7.2

    Ζεῦ, μεγάλαι δ' ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν I. 3.5

    possessive,

    κρεῶν σέθεν διεδάσαντο O. 1.51

    κραίνει σέθεν εὐτυχίαν O. 6.81

    οὐκ ἄτερ παίδων σέθεν O. 8.45

    σέθεν ὄπα μαιόμενοι N. 3.5

    καὶ σέθεν, Ἀμφιτρύων, παῖδας προσειπεῖν I. 1.55

    Αἰγεῖδαι σέθεν ἔκγονοι I. 7.15

    objective,

    ἱκέτας σέθεν ἔρχομαι O. 5.19

    with original ablative sense (= ἀπὸ σοῦ),

    Ὀρτυγία, σέθεν ἁδυεπὴς ὕμνος ὁρμᾶται N. 1.4

    [Πος]ειδᾶνός τε παῖ, [σέθ]εν Ἰάονι τόνδε λαῷ [παι]ᾶνα [δι]ώξω (e Σ supp. G-H.) *pa. 2. 3.
    b σέο, c. voc.

    Ἁγησιδάμου παῖ, σέο δ' ἀμφὶ τρόπῳ τῶν τε καὶ τῶν χρήσιες N. 1.29

    Ζεῦ, τεὸν γὰρ αἶμα, σέο δ' ἀγών N. 3.65

    Ἡράκλεες, σέο δὲ προπράον' ἔμμεν ξεῖνον ἀδελφεόν τ N. 7.86

    Θεία, σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων (Bergk: σέο γ' ἕκατι.) I. 5.2 κόρα μιγεῖσ' ὠκεανοῦ Μελία σέο, Πύθι[ε ( λέχει supp. G-H.) Πα... σέο κλεόμενοι γε[ Δ. 4c. 7.
    III

    σεῦ σεῦ ἕκατι O. 14.20

    σεῦ δὲ πάτρᾳ Χαριάδαις τ' ἐλαφρὸν ὑπερεῖσαι λίθον Μοισαῖον N. 8.46

    c dat.,
    I τοι (

    τοι O. 8.59

    , N. 4.79, N. 9.32, I. 1.6 v. τοι part.), enclitic

    εἴ τι τοι χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν O. 1.18

    εἰδότι τοι ἐρέωP. 4.142 μῆλά τε γάρ τοι ἐγὼ ἀφίημP. 4.148 καί τοι μοναρχεῖν καὶ βασιλευέμεν ὄμνυμι προήσεινP. 4.165

    ἐγὼ τόδε τοι πέμπω N. 3.76

    ἀναβάλεο· Μοῖσά τοι κολλᾷ χρυσὸν (“Selbstanrede,” Maas) N. 7.77 ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν παρδίδωμN. 10.82ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ ΤελαμώνI. 6.52 τοῦτό γέ τοι ἐρέω fr. 42. 2. σύνες ὅ τοι λέγω fr. 105. 1. ἐρατᾶν ὄχημ' ἀοιδᾶν τοῦτό τοι πέμπω ( τοι supp. Boeckh: om. codd.) fr. 124. 2. μνάσθηθ' ὅτι τοι ἕσσατο ἄνακτι βωμὸν fr. 140a. 62 (36).
    II σοι (avoiding τ- allitteration: τοι passim Schr.; σοί Wil., Hermes, 1879, 194n), enclitic, Παιάν τέ σοι τιμᾷ φάος ( σοὶ Turyn) P. 4.270 νῦν δ' εὐρυλείμων πότνιά σοι Λιβύα δέξεται εὐκλέα νύμφανP. 9.55 ἔστι σοι τούτων λάχος” ( σοὶ Turyn) N. 10.85 ] νοῖον ἃσο / σε[ (sic Snell: ἃσοι / σθ legit Radt: ἆς οἶσθ e. g. Turyn) Πα.. 1. τί ἔρδων φίλος σοί τε, καρτερόβρεντα Κρονίδα, εἴην; fr. 155. 1.
    III τίν ( τᾰν but τῖν codd., I. 6.4)

    τὶν δὲ O. 5.7

    Ἁγησία, τὶν δ O. 6.12

    τὶν δ O. 10.93

    τὶν γὰρ O. 12.3

    εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν P. 1.29

    σύν τοι τίν κεν ἁγητὴρ ἀνὴρ τράποι P. 1.69

    τὶν δὲ P. 3.84

    τὶν δὲ P. 4.275

    τίν τ, Ἐλέλιχθον P. 6.50

    τίν γε μέν N. 3.83

    σὺν δὲ τὶν N. 7.6

    Θεαρίων, τὶν δ N. 7.58

    ἐν τίν κ' ἐθέλοι N. 7.90

    ὦ μάκαρ, τὶν δ' ἐπέοικεν N. 7.95

    πὰν δὲ τέλος ἐν τὶν ἔργων N. 10.30

    τὶν δ' ἐν Ἰσθμῷ διπλόα θάλλοισ ἀρετά, Φυλακίδα I. 5.17

    ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τὶν ἄωτον δεξάμενοι στεφάνων ( τίν γ metr. causa Pauw.) I. 6.4

    τὶν δέ, χρυσο[ Pae. 3.13

    τὶν μὲν ἐμὶν δὲ Πα. 1. 1. Δαμαίνας παῖ, ἁγέο· τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ Παρθ. 2. 67.
    d acc.,
    I σε (never in first position), enclitic,

    στάσις σ' ἄμερσε πάτρας O. 12.16

    σάμερον μὲν χρή σε πὰρ ἀνδρὶ φίλῳ στᾶμεν P. 4.1

    σε χαίρειν ἐστρὶς αὐδάσαισα P. 4.61

    καὶ τίς ἀνθρώπων σε χαμαι- γενέων πολιᾶς ἐξανῆκεν γαστρός;” P. 4.98

    τῶ σε μὴ λαθέτω, Κυράνα P. 5.23

    πλεῖστα νικάσαντά σε καὶ τελεταῖς ὡρίαις ἐν Παλλάδος εἶδον P. 9.97

    αἰτέω σε, φιλάγλαε P. 12.1

    Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν (sc. θυμέ v. 26) N. 3.28

    μοῖραν δ' εὔνομον αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν, Ζεῦ πάτερ N. 9.30

    οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον N. 11.5

    νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις λίσσομαιI. 6.44

    πρὸς Ὀλυμπίου Διός σε, χρυσέα κλυτόμαντι Πυθοῖ, λίσσομαι Pae. 6.1

    οὕνεκεν οὔ σε παιηόνων ἄδορπον εὐνάξομεν Pae. 6.127

    σέ τε καὶ ῥαδ[ Πα. 7. d. 2.

    ἀλλά σε πρὸς Διός, ἱπποσόα θοάς, ἱκετεύω Pae. 9.7

    τοῦτ' αἴτημί σε fr. 155. 3. ]γάρ σε, Ἑκαβόλε fr. 140a. 60 (34). as generaliz ing pron., (= τις),

    πάντ' ἔχεις, εἴ σε τούτων μοῖῤ ἐφίκοιτο καλῶν I. 5.15

    II σέ emphatic,

    υἱὲ Ταντάλου, σὲ δ O. 1.36

    εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν O. 1.115

    σέ τ, Ὀλυμπιόνικε O. 5.21

    ὃς σὲ μὲν Νεμέᾳ πρόφατον θῆκεν O. 8.16

    σὲ δ, ὦ Δεινομένειε παῖ P. 2.18

    ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν P. 2.64

    σὲ ποτὶ πάντα λόγον ἐπαινεῖν (σε add. Bergk: om. codd.) P. 2.66

    ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ P. 4.59

    ὦτον καὶ σέ, τολμάεις Ἐπιάλτα ἄναξP. 4.89 ἀλλ' ἐμὲ χρὴ καὶ σὲP. 4.141

    σὲ δ' ἐρχόμενον ἐν δίκᾳ P. 5.14

    Ἀλεξιβιάδα, σὲ δ' ἠύκομοι φλέγοντι Χάριτες P. 5.45

    καὶ γὰρ σέ ἔτραπε μείλιχος ὀργάP. 9.42

    Κάστορος βίαν, σέ τε, ἄναξ Πολύδευκες P. 11.62

    ὦ Τιμόδημε, σὲ δ' ἀλκὰ παγκρατίου τλάθυμος ἀέξει N. 2.14

    μεταίξαις σὲ (coni. Turyn: μεταίξαντα codd.) N. 5.43 σέ γ' ἐπαρκέσαι (coni. Turyn: τό γ' ἐπάρκεσε codd.) N. 6.60

    παῖ, σέ τ' ἐνόσφισε καὶ Πολυτιμίδαν N. 6.62

    σὲ δ' ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτο I. 8.21

    σὲ καὶ[ Πα. 7B. 2. σὲ δ' ἐγὼ παρὰ μιν αἰνέω μέν, Γηρυόνα fr. 81 ad Δ. 2. [γ. te, u(/datos o(/ti te puri\ ze/oisan ei)s a)kma\n maxai/ra| ta/mon kata\ me/lh, trape/zaisi/ t) — fa/gon (τε = σε Christ, Wackernagel, Kl. Schr., 29) O. 1.48 τέ γ' ἐπαρκέσαι (coni. Maas: τό γ codd.: σέ γ Turyn) N. 6.60]
    e dat. pl.,
    I ὔμμι, ἔνθεν δ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον i. e. you, Arkesilas, and your ancestors P. 4.259
    II ὔμμιν, ἐγγυάσομαι ὔμμιν, ὦ Μοῖσαι, φυγόξεινον στρατὸν μηδ ἀπείρατον καλῶν ἀφίξεσθαι (de Jongh e Σ: μή μιν codd.: μὴ μὲν Hartung) O. 11.17

    ὔμμιν δέ, παῖδες Ἀλάτα O. 13.14

    ὦ Συράκοσαι ὔμμιν τόδε φέρων μέλος P. 2.3

    (O. 14.5, I. 2.30 v. ὑμῖν.)
    III μῖν, σὺν γὰρ ὑμῖν ( ὔμμιν coni. Hermann: the Graces) O. 14.5 οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων οὔτε μελικόμπων ἀοιδᾶν ( ὔμμιν coni. Turyn: the sons of Ainesidamos) I. 2.30 πολύξεναι νεάνιδες ὑμῖν ἄνευθ' ἐπαγορίας ἔπορεν, ὦ παῖδες fr. 122. 6.
    f acc. pl., ὔμμε, Τιμόσθενες, ὔμμε δ' ἐκλάρωσεν πότμος Ζηνὶ γενεθλίῳ i. e. you and your family O. 8.15

    ὔμμε τ, ὦ χρυσάρματοι Αἰακίδαι, τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν ῥαινέμεν εὐλογίαις I. 6.19

    Lexicon to Pindar > σύ

  • 5 δόμος

    δόμος (δόμον; -οι, -ων, -οιςιν), - ους.)
    1 house, home
    a of deities. of the temple of Apollo: ἀστῶν, Ἄπολλον, οἳ τεὸν δόμον Πυθῶνι δίᾳ θαητὸν ἔτευξαν (Wil.: τεόν τε δόμον codd.: πρόδομον Schr.: γε δόμον Mosch.) P. 7.11 θεοῦ

    παρ' εὐτειχέα δόμον N. 7.46

    of Hades:

    μελαντειχέα νῦν δόμον Φερσεφόνας ἔλθ, Ἀχοῖ O. 14.20

    εἰς Ἀίδα δόμον P. 3.11

    of Olympos: “ οὐρανοῦ ἐν χρυσέοις δόμοισινN. 10.88
    b of mortals.

    Πύρρα Δευκαλίων τε δόμον ἔθεντο πρῶτον O. 9.44

    Βαττιδᾶν ἀφίκετο δόμους i. e. Cyrene P. 5.29

    ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

    ἐπεὶ ἀμφ' Ἑλένᾳ πυρωθέντων Τρώων ἔλυσε δόμους ἁβρότατος P. 11.34

    ἐν τεμένεσσι δόμον ἔχει τεοῖς N. 7.94

    τριπόδεσσιν ἐκόσμησαν δόμον I. 1.19

    ]ποι ζυγέντες ἐρατᾷ δόμον[ Δ. 1.. ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις *fr. 104b. 4. pl. pro sing. σὲ δ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων Λοκρὶς παρθένος ἀπύει. P. 2.18 λευκίππων δὲ δόμους πατέρων φράσσατέ μοιP. 4.117

    θαμὰ δ' ἀλλοδαπῶν οὐκ ἀπείρατοι δόμοι ἐντί N. 1.23

    Φιλύρας ἐν δόμοις in Cheiron's cave N. 3.43

    καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων, ὦ Θρασύβουλ, ἐρατῶν, οὔτε μελικόμπων ἀοιδᾶν I. 2.30

    καί τοί ποτ' Ἀνταίου δόμους ἦλθ ἀνήρ I. 4.52

    εἷλε Μήδειαν ἐν Κόλχων δόμοις dwellings, city fr. 172. 7.
    2 met., house, family

    Θέρσανδρος Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις O. 2.45

    [ σεμνὸν αἰνήσειν δόμον (v. 1. νόμον) N. 1.72]

    Lexicon to Pindar > δόμος

  • 6 κῶμος

    (-ου, -ῳ, -ον, -ων.)
    1 victory procession, triumph of a victor

    Οὐλυμπιονίκαν δέξαι Χαρίτων θ' ἕκατι τόνδε κῶμον O. 4.9

    ἀνδρὶ κώμου δεσπότᾷ O. 6.18

    σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον O. 6.98

    τόνδε κῶμον καὶ στεφανοφορίαν δέξαι O. 8.10

    ἰδοῖσα τόνδε κῶμον ἐπ' εὐμενεῖ τύχᾳ κοῦφα βιβῶντα O. 14.16

    κῶμόν τ' ἀέθλων Πυθίων αἴγλαν στεφάνοις P. 3.73

    δέδεξαι τόνδε κῶμον ἀνέρων P. 5.22

    ἐστεφανωμένον υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ P. 8.20

    κώμῳ μὲν ἁδυμελεῖ Δίκα παρέστακε P. 8.70

    ( κρατῆρα),

    γλυκὺν κώμου προφάταν N. 9.50

    οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων, ὦ Θρασύβουλ, ἐρατῶν, οὔτε μελικόμπων ἀοιδᾶν I. 2.31

    esp., the triumph song sung in conjunction with the procession, μεγαλᾶν δ' ἀρετᾶν δρόσῳ μαλθακᾷ ῥανθεισᾶν κώμων ὑπὸ χεύμασιν ( κώμων θ codd.: θ del. byz.: ὕμνων coni. Pauw, Beck) P. 5.100

    μελιγαρύων τέκτονες κώμων νεανίαι N. 3.5

    Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας Πυθέᾳ τε κώμων I. 6.58

    Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὦ νέοι, καμάτων ἰὼν ἀνεγειρέτω κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ ἀέθλων ὅτι κράτος ἐξεῦρε I. 8.4

    Lexicon to Pindar > κῶμος

  • 7 ἀγνώς

    1 ignorant (always negatived) c. gen. “ἵνα οἱ χθονὸς αἷσαν δωρήσεται, οὔτε παγκάρπων φυτῶν νάποινον οὔτ' ἀγνῶτα θηρῶν.” P. 9.58

    καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων οὔτε μελικόμπων ἀοιδᾶν I. 2.30

    [ οὐκ ἀγνῶτ' ἀείδω (v. l. ἄγνωτ) I. 2.12]

    Lexicon to Pindar > ἀγνώς

  • 8 Θρασύβουλος

    Θρᾰςῠβουλος son of Xenokrates of Akragas, victor in Pythian (490 B. C.) and Isthmian chariot races.
    1

    πατρὶ τεῷ, Θρασύβουλε P. 6.15

    τῶν νῦν δὲ καὶ Θρασύβουλος πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα P. 6.44

    ὦ Θρασύβουλε I. 2.1

    οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων, ὦ Θρασύβουλ, ἐρατῶν οὔτε μελικόμπων ἀοιδᾶν I. 2.31

    ὦ Θρασύβουλ, ἐρατᾶν ὄχημ' ἀοιδᾶν τοῦτό τοι πέμπω fr. 124. 1.

    Lexicon to Pindar > Θρασύβουλος

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»